τοιοῦτόν ἐστιν καὶ τὸ ἐν Εἰρήνῃ Ἀριστοφάνους:
κύαθον ἐπριάμην παρὰ Δαισίου.
τὰ γὰρ ὑπώπια τοῖς κυάθοις περιθλώμενα ἀμαυροῦται. μνημονεύει τοῦ κυάθου καὶ Ξενοφῶν ἐν πρώτῳ Παιδείας καὶ Κρατῖνος, ἔτι δ᾽ Ἀριστοφάνης πολλαχοῦ καὶ Εὔβουλος ἐν Ὀρθάννῃ. Φερεκράτης δ᾽ ἐν Λήροις 'ἀργυροῦν κύαθον ὠνόμασε. Τίμων δ᾽ ἐν δευτέρῳ Σίλλων ἀρυσαίνας κέκληκε τοὺς κυάθους φάσκων οὑτωσί: 'ἀπληστοίνους τ᾽ ”
ὑπωπιασμέναι
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι::