Πίνδαρος δὲ παραινῶν Ἱέρωνι τῷ Συρακοσίων ἄρχοντι:
τᾶσδ᾽ ἄτερ οὐδὲ θεῶν ζαλωτὸς αἰών.
καὶ Ὅμηρος δὲ τὴν εὐφροσύνην καὶ τὸ εὐφραίνεσθαι τέλος φησὶν εἶναι χαριέστερον,1 ὅταν δαιτυμόνες μὲν ἀοιδοῦ ἀκουάζωνται, παρὰ δὲ πλήθωσι τράπεζαι. τοὺς δὲ θεούς φησιν εἶναι ῥεῖα ζώοντας τὸ δὲ ῥεῖα ἐστὶν ἀπόνως, ὥσπερ ἐνδεικνύμενος ὅτι μέγιστόν ἐστι τῶν κακῶν ἡ περὶ τὸ ζῆν ταλαιπωρία καὶ ὁ πόνος.’ 6.
μηδ᾽ ἀμαύρου, φησί, τέρψιν ἐν βίῳ:: πολύ τοι
φέριστον ἀνδρὶ τερπνὸς αἰών. [p. 304]