Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μέρεσι τῶν ὀνομάτων οὐδαμῶς ἐγκαθείργνυται. ὠνόμασται δὲ ταὧς ἀπὸ τῆς τάσεως τῶν πτερῶν. Σέλευκος δ᾽ ἐν τῷ πέμπτῳ περὶ Ἑλληνισμοῦ: ‘ταὧς: παραλόγως δ᾽ οἱ Ἀττικοὶ καὶ δασύνουσι καὶ περισπῶσι. τοῖς δὲ πρώτοις τῶν φωνηέντων κατὰ τὰς ἁπλᾶς τῶν ὀνομάτων ἐκφορὰς συνεκφέρεσθαι ἐθέλει καὶ ἐνταυθοῖ προᾴττουσα καὶ τάχιον ἐκθέουσα δι᾽ ἐπιπολῆς ἐστι τῶν λέξεων. τεκμαιρόμενοι οὖν Ἀθηναῖοι καὶ διὰ τῆς τάξεως τὴν ἐνοῦσαν τῇ προσῳδίᾳ φύσιν οὐκ ἐπὶ τῶν φωνηέντων αὐτὴν τιθέασιν ὥσπερ τὰς ἄλλας
, πρὸ δὲ τούτων τάσσουσιν. οἶμαι δὲ καὶ διὰ τοῦ Η στοιχείου τυπώσασθαι τοὺς παλαιοὺς τὴν δασεῖαν.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.