previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὀνομάζει. Ἡρόδωρος δ᾽ ἐν ἑπτακαιδεκάτῃ τοῦ καθ᾽ Ἡρακλέα λόγου Εὔνομον. καὶ Κύαθον δὲ τὸν Πύλητος μὲν υἱόν, ἀδελφὸν δὲ Ἀντιμάχου ἀπέκτεινεν ἄκων Ἡρακλῆς οἰνοχοοῦντα αὐτῷ, ὡς Νίκανδρος ἱστορεῖ ἐν δευτέρῳ Οἰταικῶν, καὶ ἀνεῖσθαί φησι τέμενος ὑπὸ τοῦ Ἡρακλέους [p. 362] ἐν Προσχίῳ, μέχρι νῦν προσαγορεύεσθαι Οἰνοχόου. ἡμεῖς δ᾽ ἐνταῦθα καταπαύσαντες τὸν λόγον ἀρχὴν ποιησόμεθα τῶν ἑξῆς ἀπὸ τῆς τοῦ Ἡρακλέους ἀδηφαγίας.

[p. 364]1.
αλλ᾽ ὠσπερ δείπνου γλαφυροὺ ποικίλην εὐωχίαν τὸν ποιητὴν δεῖ παρεχειν τοῖς θεαταῖς ταν σοφόν,
ἵν᾽ ἀπίῃ τις τοῦτο λαβὼν καὶ φαγὼν, καὶ προσπιὼν
χαίρει, καὶ σκευασία μὴ μί᾽ τῆς μουσικῆς, ” Ἀστυδάμας τραγικὸς ἐν Ἡρακλεῖ σατυρικῷ, ἑταῖρε, φησί, Τιμόκρατες. φέρε εἴπωμεν ἐνταῦθα τοῖς προειρημένοις τὰ ἀκόλουθα ὅτι ἦν καὶ Ἡρακλῆς ἀδηφάγος, ἀποφαίνονται δὲ τοῦτο σχεδὸν πάντες ποιηταὶ καὶ συγγραφεῖς. Ἐπίχαρμος μὲν ἐν Βουσίριδι λέγων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: