Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ καὶ τοῖς τὰ τούτου ἐπισταμένοις τῆς πάντα διαλυμηναμένης ἡδονῆς: καὶ γὰρ οὐκ ἐγκαλυπτόμενος ὁ Ἐπίκουρος λέγει, ἀλλὰ μεγάλῃ τῇ φωνῇ: ‘οὐ γὰρ ἔγωγε δύναμαι νοῆσαι τἀγαθὸν ἀφελὼν μὲν τὴν διὰ χυλῶν, ἀφελὼν δὲ τὴν δι᾽ ἀφροδισίων ἡδονήν.’ οἴεται γὰρ οὕτως ὁ σοφὸς καὶ τὸν ἀσώτων βίον ἀνεπίληπτον εἶναι, εἴπερ αὐτῷ προσγένοιτο τὸ ἀδεὲς καὶ ἵλεων διὸ καὶ οἱ τῆς κωμῳδίας ποιηταὶ κατατρέχοντές που τῆς ἡδονῆς καὶ ἀκρασίας ἐπικούρους καὶ βοηθοὺς βοῶσιν.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.