Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅθεν κἀν τοῖς χειμῶσιν ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι
κᾆτ᾽ ἀφιᾶσι γλινῶδες ἐξ αὑτῶν, ὃ γενόμενον
ἐν τῇ ἰλύι ζωογονεῖται, λέγουσι δὲ οἱ ἐγχελυοτρόφοι καὶ ὡς νυκτὸς
μὲν νέμονται, ἡμέρας δ᾽ ἐν τῇ ἰλύι ἀκινητίζουσι ζῶσί τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ἐν ἄλλοις δὲ πάλιν ὁ Ἀριστοτέλης ἱστορεῖ γίνεσθαι αὐτὰς οὔτε ᾠοτοκούσας οὔτε ζωοτοκούσας ἀλλ᾽ οὐδὲ ἐξ
ὀχείας, ἀλλ᾽ ἐν τῷ βορβόρῳ καὶ τῇ ἰλύι σήψεως γινομένης:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.