Δίφιλος δ᾽ ἐν Ἡρακλεῖ περί τινος τῶν ὁμοίων διαλεγόμενος διέξεισιν
αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι᾽ εὔχεται
λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.
διὸ καλῶς ἔλεγεν ὁ Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ ”
ἐμὲ μὲν οὐχ ὁρᾷς πεπωκότα
ἤδη τ᾽ ἀκροθώρακ᾽ ὄντα καὶ θυμούμενον,
τονδὶ δὲ ναστὸν Ἀστερίωνος μείζονα
ἤδη σχεδὸν δωδέκατον ἠριστηκότα;