ὕπνος δὲ χαίρων ὀμμάτων αὐγαῖς ἀναπεπταμένοιςκαὶ ἡ Σαπφὼ δὲ πρὸς τὸν ὑπερβαλλόντως θαυμαζόμενον τὴν μορφὴν καὶ καλὸν εἶναι νομιζόμενόν φησιν
ὄσσοις ἐκοίμιζεν κοῦρον.
ὁ δ᾽ Ἀνακρέων τί φησίν;
στᾶθι κἄντα, φίλος,
καὶ τὰν ἐπ᾽ ὄσσοις ἀμπέτασον χάριν.
ὁ δὲ μεγαλοφωνότατος Πίνδαρος:
ὦ παῖ παρθένιον βλέπων,
δίζημαί σε, σὺ δ᾽ οὐκ ἄεις,
οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς
ψυχῆς ἡνιοχεύεις.