ὅτι δὲ καὶ οἱ Σάμιοι διαφέροντές εἰσι πλακοῦντες Σώπατρος ὁ φλυακογράφος φησὶν ἐν Βακχίδος Μνηστῆρσιν
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
52. ἐγχύτων δὲ πλακούντων μνημονεύει Μένανδρος μὲν ἐν Ψευδηρακλεῖ:
πλακουντοποιὸν ὠνομασμένην Σάμον.
οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ᾽ οἷα σὺ
εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι, [p. 478]