καὶ ὁ Λύσιππος ἐν Βάκχαις:
οἶνον γὰρ πιεῖν
οὐδ᾽ ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον
ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.
Δίφιλος δ᾽ ἐν Μνηματίῳ φησὶν
Ἕρμων, τί ἔστι; πῶς ἔχομεν; β. τί δ᾽ ἄλλο γ᾽ ἢ
ὁ πατήρ ἄνωθεν ἐς τὸ φρέαρ, ἐμοὶ δοκεῖν,
ὥσπερ τὸν οἶνον τοῦ θέρους καθεῖκέ με.
Πρωταγορίδης δ᾽ ἐν β᾽ τῶν κωμικῶν ἱστοριῶν ”
ψῦξον τὸν οἶνον, Δῶρι.