Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ καὶ Λυσίας δ᾽ ἐν τῷ κατὰ Λαίδος, εἰ γνήσιος ὁ λόγος, μνημονεύει αὐτῆς, καταλέγων καὶ ἄλλας ἑταίρας ἐν τούτοις: ‘ Φιλύρα γέ τοι ἐπαύσατο πορνευομένη ἔτι νέα οὖσα καὶ Σκιώνη καὶ Ἱππάφεσις καὶ Θεόκλεια καὶ Ψαμάθη καὶ Λαγίσκα καὶ Ἄνθεια καὶ Ἀριστόκλεια.’ 63.
[p. 196] Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος, αὐτὸς γοῦν ἐν τῷ περὶ Χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον ὡς δι᾽ ἐκείνων, ἔλεον ἕξων χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.