ὁ21. δ᾽ ἐν τοῖς Εὔφρονος Συνεφήβοις μάγειρος ἀκούσατε οἷα παραινεῖ:
”
ὅταν ἐρανισταῖς, Καρίων, διακονῇς,
οὐκ ἔστι παίζειν οὐδ᾽ ἃ μεμάθηκας ποιεῖν.
ἐχθὲς κεκινδύνευκας: οὐδεὶς εἶχέ σοι
κωβιὸς ὅλως γὰρ ἧπαρ, ἀλλ᾽ ἦσαν κενοί:
ἐγκέφαλος: ἠλλοίωτο. δεῖ δέ, Καρίων,
ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς