Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας.’ καὶ πάλιν ‘ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν.’ : ἑξῆς τέ φησι : ‘ τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο.’ Θεόφραστος δ᾽ ἐν Θάσῳ φησὶ τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονὴν ἠρτυμένος γάρ ἐστιν. ‘ ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν ὀσμὴν ἀπ᾽ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.