Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
ποτηρίων,’
φησί, ‘
χρυσῶν σταθμὸς τάλαντα Βαβυλώνια ογ,
μναῖ νβ.
ποτηρίων λιθοκολλήτων σταθμὸς τάλαντα Βαβυλώνια νς,
μναῖ λδ.’
18. ἔθος δ᾽ ἦν πρότερον ἐν τῷ ποτηρίῳ ὕδωρ ἐμβάλλεσθαι,
μεθ᾽ ὃ τὸν οἶνον.
Ξενοφάνης:
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέας , ἀλλ᾽ ὕδωρ καὶ καθύπερθε μέθυ.
Ἀνακρέων
φέρ᾽ ὕδωρ, φέρ᾽᾽ οἶνον, ὦ παῖ,
φέρε δ᾽ ἀνθεμεῦντας ἡμῖν
στεφάνους ἔνεικον, ὡς δὴ
πρὸς Ἔρωτα πυκταλίζω.
[p. 40]
πρὸ δὲ τούτων Ἡσίοδος:
κρήνης τ᾽ ἀενάου καὶ
πορρύτου, ἥτ᾽ ἀθόλωτος,
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
Θεόφραστος ‘
ἐπεὶ καὶ τὰ περὶ τὴν κρᾶσιν ἐναντίως
’