φαγόντες δ᾽ ἐκεῖνοι μετὰ σιωπῆς, ὡς πρέπει νέοις, ἀλλήλοις ὁμιλοῦσιν ἠρέμα προσκύψαντες οὐ περὶ ἐδεσμάτων, φησίν, οὐδὲ τῶν θεραπαινῶν τοῦ κεκληκότος ὑφ᾽ ὧν ἐλούσαντο, περὶ δὲ τῶν κτημάτων τοῦ ὑποδεξαμένου:
ὄπτ᾽ ἐν χερσὶν ἑλών, τὰ ῥὰ οἱ γέρα πάρθεσαν αὐτῷ.
βέλτιον γὰρ οὕτως φησὶν ὁ Σέλευκος γράφεσθαι. Ἀρίσταρχος δὲ οὐ δεόντως γράφει:
Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται.