ἐν τούτοις: ‘ ἐπειδὴ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον πάντες τὸ δὲ δεῖπνον ἦν καθημένοις κύκλῳ, ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν. οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων καὶ ἄρτοι ζύμητες μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι. μάλιστα δ᾽ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο: νόμος γὰρ ἦν. καὶ πρῶτος τοῦτ᾽ ἐποίει Σεύθης: ἀνελόμενος τοὺς παρ᾽ αὑτῷ κειμένους ἄρτους διέκλα κατὰ μικρὰ καὶ διερρίπτει οἷς αὐτῷ ἐδόκει καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῷ καταλιπών. ’”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.