Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι: ‘ φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ᾽ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.’ Κτησίας δ᾽ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα: ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ‘ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.’ ἀλλὰ μὴν οὐδὲ
ἐλαίῳ Καρικῷ
ἀλείφεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καρικοῦ δὲ '
Ὠφελίων:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.