οὐκ ἐπίστανται δὲ οἱ τὴν κολακείαν μεταχειριζόμενοι ὥς ἐστιν αὕτη ἡ τέχνη ὀλιγοχρόνιος. Ἄλεξις γοῦν φησιν ἐν Ψευδομένῳ:
τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ᾽ ἔχει.
Κλέαρχος δ᾽ ὁ Σολεὺς ἐν τῷ πρώτῳ τῶν Ἐρωτικῶν: ‘κόλαξ μὲν οὐδείς,’ φησί, ‘διαρκεῖ πρὸς φιλίαν. ’
κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ:
οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ.