Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἐφ᾽ ἑστίασιν ἐν αὐτῷ τῷ ἱερῷ τοὺς προσήκοντας καὶ τοὺς οἰκειοτάτους ἔδωκεν ἑκάστῳ καὶ στέφανον ἐκ τῆς μυρρίνης, ὃν καὶ τότε ἐκάλεσε Ναυκρατίτην.’ ὁ μὲν οὖν Πολύχαρμος ταῦτα. οἷς κἀγὼ πείθομαι, ἡγούμενος οὐκ ἄλλον τινὰ εἶναι Ναυκρατίτην στέφανον ἢ τὸν ἐκ τῆς μυρρίνης, τῷ καὶ μετὰ τῶν ῥόδων ὑπὸ τοῦ Ἀνακρέοντος φορεῖσθαι.
καὶ ὁ Φιλωνίδης δὲ εἴρηκεν ὡς ὁ τῆς μυρρίνης στέφανος τὴν ἐκ τῶν οἴνων
ἀναθυμίασιν ἀποκρούεται καὶ ὁ τῶν ῥόδων ἔχει τι κεφαλαλγίας παρηγορικὸν πρὸς τῷ καὶ ἐμψύχειν. γελοῖοι οὖν εἰσιν οἱ λέγοντες Ναυκρατίτην εἶναι στέφανον τὸν ἐκ τῆς βύβλου τῆς στεφανωτρίδος καλουμένης παρ᾽
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.