Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Σαπφώ τε ἡ καλὴ πολλαχοῦ Λάριχον τὸν ἀδελφὸν ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τοῖς Μυτιληναίοις. καὶ παρὰ Ῥωμαίοις δὲ οἱ εὐγενέστατοι τῶν παίδων τὴν λειτουργίαν ταύτην ἐκτελοῦσιν ἐν ταῖς δημοτελέσι τῶν θυσιῶν, πάντα τοὺς Αἰολεῖς μιμούμενοι, ὡς καὶ κατὰ τοὺς τόνους τῆς φωνῆς,
25. τοσαύτη δ᾽ ἦν ἡ τῶν παλαιοτέρων τρυφὴ περὶ τὰς πολυτελείας ὥστε μὴ μόνον οἰνοχόους ἔχειν, ἀλλὰ καὶ οἰνόπτας. ἀρχὴ γοῦν ἐστιν οἱ οἰνόπται παρὰ Ἀθηναίοις, ἧς μνημονεύει ἐν ταῖς Πόλεσιν Εὔπολις ἐν τούτοις:
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.