Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Εὐθύδημος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ταρίχων εἴδη κεστρέων εἶναι κέφαλον καὶ σφηνέα καὶ δακτυλέα. καὶ κεφάλους μὲν λέγεσθαι διὰ τὸ βαρυτέραν τὴν κεφαλὴν ἔχειν, σφηνέας δὲ ὅτι λαγαροὶ καὶ τετράγωνοι, τὰ δὲ τῶν δακτυλέων τὸ πλάτος ἔχει ἔλασσον τῶν δυεῖν δακτύλων. θαυμαστοὶ δ᾽ εἰσὶ τῶν κεστρέων οἱ περὶ Ἄβδηρα ἁλισκόμενοι, ὡς καὶ Ἀρχέστρατος εἴρηκε. δεύτεροι δὲ οἱ ἐκ Σινώπης, 78. καλοῦνται δὲ οἱ κεστρεῖς ὑπό τινων πλῶτες, ὥς φησι Πολέμων ἐν τῷ περὶ τῶν ἐν Σικελίᾳ ποταμῶν, καὶ Ἐπίχαρμος δ᾽ ἐν Μούσαις οὕτως αὐτοὺς ὀνομάζει:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.