διατηρήσαντα βιβλία Νηλέα: παρ᾽ οὗ πάντα φησί, πριάμενος ὁ ἡμεδαπὸς βασιλεὺς Πτολεμαῖος, Φιλάδελφος δὲ ἐπίκλην, μετὰ τῶν Ἀθήνηθεν καὶ τῶν ἀπὸ Ῥόδου εἰς τὴν καλὴν Ἀλεξάνδρειαν μετήγαγε. διόπερ ἐκεῖνα τῶν Ἀντιφάνους ἐρεῖ τις εἰς αὐτόν:
ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει ,
ὅπου τι σοφίας ἔργον ἐξετάζεται.
ἀγλαίζεται δὲ καὶ
μουσικᾶς ἐν ἀώτῳ
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.