Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““ ἐρῶντες. εἰ μὴ ἄρα διὰ τὸ κατεστέφθαι τῷ ἔρωτι τοὺς ἐρῶντας οὐκ ἐπίμονος αὐτῶν ὁ στέφανος γίνεται: χαλεπὸν γὰρ ἐπὶ μεγάλῳ καὶ θείῳ στεφάνῳ μικρὸν καὶ τὸν τυχόντα μεῖναι. στεφανοῦσιν δὲ τὰς τῶν ἐρωμένων θύρας ἤτοι τιμῆς χάριν, καθαπερεί τινος θεοῦ τὰ πρόθυρα,9 ἢ οὐ τοῖς ἐρωμένοις ἀλλὰ τῷ Ἔρωτι ποιούμενοι τὴν τῶν στεφάνων ἀνάθεσιν, ὡς τοῦ μὲν Ἔρωτος τὸν ἐρώμενον
[p. 92] ἄγαλμα, τούτου δὲ ναὸν ὄντα τὴν οἴκησιν στεφανοῦσιν. διὰ ταῦτα δὲ καὶ θύουσιν ἔνιοι ἐπὶ ταῖς τῶν ἐρωμένων θύραις: ἢ μᾶλλον ὑφ᾽ ὧν οἴονταί τε καὶ πρὸς ἀλήθειαν τὸν τῆς ψυχῆς κόσμον ””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.