Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ διλήκυθον μύρου χρυσοῦν καὶ ἀργυροῦν ἰσόσταθμον τοῖς προτέροις. ἡσυχίας δὲ γενομένης ἐπεισβάλλουσιν ἡμῖν οἱ κἂν τοῖς Χύτροις τοῖς Ἀθήνησι λειτουργήσαντες. μεθ᾽ οὓς εἰσῆλθον ἰθύφαλλοι καὶ σκληροπαῖκται καί τινες καὶ θαυματουργοὶ γυναῖκες εἰς ξίφη κυβιστῶσαι καὶ πῦρ ἐκ τοῦ στόματος ἐκριπίζουσαι γυμναί.
4. ἐπεὶ δὲ καὶ
[p. 96] τούτων ἀπηλλάγημεν, ἐκλαμβάνει πάλιν ἡμᾶς θερμός τις καὶ ζωρότερος πότος, οἴνων ὄντων ἡμῖν Θασίων καὶ Μενδαίων καὶ Λεσβίων, χρυσίδων πάνυ μεγάλων ἑκάστῳ προσενεχθεισῶν. καὶ μετὰ τὸν πότον ὑελοῦς πίναξ, δίπηχύς που τὴν
διάμετρον’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.