Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις ' αἰεί ἔφησεν, ' Ἰλίῳ κακά Μυννάκου δ᾽ αὐτῷ περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῷ ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει, τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.