δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας οὔτε γυναῖκα κλητέον οὔτ᾽ εἴ τις ἰσοτίμως τινὰς τούτοις ἄγει: καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος.
ὥσπερ δέον εἰπεῖν αἰτίαν δι᾽ ἣν ἀδελφὸς αὐτόματος
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο,