ὀλιγοσίτου δὲ μέμνηται Φρύνιχος ἐν Μονοτρόπῳ:
ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.
καὶ Φερεκράτης ἢ Στράττις ἐν Ἀγαθοῖς:
ὁ δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ;
>” 53. τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον ὁ Δημόκριτος “ ἀλλὰ μὴν καὶ αὐτός,” ἔφη, “τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς ὁ Θηβαῖος εἴρηκεν ποιητής, περὶ ”
ὡς ὀλιγόσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.