Ἕρμιππος:
εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.
ἑφθὸν κομιδῇ πεποίηκεν ἀποκναίσειεν ἂν [p. 80]
κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.
οὕτω στερεόν τι πρᾶγμα θερμὸν ἐσθ᾽ ὕδωρ.
ηὔξηται δὲ καὶ ἡ τῶν ὀψοποιῶν περιεργία καὶ ἡ τῶν μυρεψῶν: ὥστ᾽ ‘οὐδ᾽ ἂν κολυμβᾶν εἰς ’
μὰ τὸν Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ
τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.