Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ θυσίας ἐπιτελεῖν: ταῦτα δὲ μόνοι ᾔδεσαν οἱ εὐνοῦχοι. ὁ μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτελεύτησεν.
39. Κλέαρχος δὲ περὶ τοῦ Περσῶν βασιλέως διηγούμενος ὅτι ‘ τοῖς αὐτῷ πορίσασιν ἡδύ τι βρῶμα
[p. 390] ἆθλα ἐτίθει ... νοῦν ἔχων: τοῦτο γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος: ὅθεν ὁ πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος, ὁ παρ᾽ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις ἀποκροτοῦντι οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα,
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.