ἔνιοι δὲ τὴν μετὰ τὸ νίψασθαι πόσιν, ὡς Σέλευκος ἐν Γλώσσαις. Καλλίας δ᾽ ἐν Κύκλωψι:
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
μεστὴν Διὸς σωτῆρος, Ἀγαθοῦ δαίμονος ...
Φιλέταιρος Ἀσκληπιῷ:
καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας.
Φιλόξενος δ᾽ ὁ διθυραμβοποιὸς ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ μετὰ τὸ ἀπονίψασθαι τὰς χεῖρας προπίνων τινί φησι:
ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.