8.
τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ᾽ ὅπερ
Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.
φησὶν ὁ Συρακούσιος ποιητής: οὐχ ἅμα μὲν οὖν [p. 20] πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον. ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας ὁ Ῥόδιος δι᾽ ἐπῶν ἐν ἕνδεκα βιβλίοις
τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,