previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ποιοῦντας. ἔπαυσεν οὖν αὐτοὺς τούτων Κλέομις τύραννος, καὶ τὰς μαστροποὺς τὰς εἰθισμένας προαγωγεύειν τὰς ἐλευθέρας γυναῖκας καὶ τρεῖς τέτταρας τὰς ἐπιφανέστατα πορνευομένας ἐνδήσας εἰς σάκκους καταποντίσαι τισὶν προστάξας καὶ Ἕρμιππος δὲ ἐν τοῖς περὶ τῶν ἑπτὰ σοφῶν Περίανδρον τὸ αὐτὸ ποιῆσαι. ἐν δὲ τῇ δευτέρᾳ τῶν Φιλιππικῶν Ἰλλυριοί,' φησί, ' δειπνοῦσι καθήμενοι καὶ πίνουσιν, ἄγουσι δὲ καὶ τὰς γυναῖκας εἰς τὰς συνουσίας: καὶ καλὸν αὐταῖς προπίνειν οἷς ἂν τύχωσι τῶν παρόντων, ἐκ δὲ τῶν συμποσίων αὗται τοὺς ἄνδρας ἀπάγουσι. καὶ κακόβιοι δὲ πάντες εἰσὶ καὶ ζώννυνται τὰς κοιλίας ζώναις πλατείαις ὅταν πίνωσι. καὶ τοῦτο μὲν πρῶτον [p. 508] μετρίως ποιοῦσιν, ἐπειδὰν δὲ σφοδρότερον πίνωσι, μᾶλλον αἰεὶ συνάγουσι τὴν ζώνην. Ἀρδιαῖοι δέ, φησί, κέκτηνται προσπελατῶν ὥσπερ εἱλώτων τριάκοντα μυριάδας. καθ᾽ ἑκάστην δὲ ἡμέραν μεθύουσιν καὶ ποιοῦνται συνουσίας καὶ διάκεινται πρὸς ἐδωδὴν καὶ πόσιν ἀκρατέστερον. διὸ καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: