Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ μίμους. τοιοῦτοι δ᾽ ἦσαν οὓς ἐποίουν γρίφους, οἷον ἀγροίκου τινὸς ὑπερπλησθέντος καὶ κακῶς ἔχοντος, ὡς ἠρώτα αὐτὸν ὁ ἰατρὸς μὴ εἰς ἔμετον ἐδείπνησεν, ' οὐκ ἔγωγε, ' εἰπεῖν, ' ἀλλ᾽ εἰς τὴν κοιλίαν.' καὶ πτωχῆς τινος τὴν γαστέρα πονούσης, ἐπεὶ ὁ ἰατρὸς ἐπυνθάνετο μὴ ἐν γαστέρα ἔχει, πῶς γάρ,: εἶπε, τριταία μὴ βεβρωκυῖα;᾽ τῶν Ἀριστωνυμ ... ων δ᾽ ἦν εὐπαρύφων λόγων. καὶ Σωσιφάνης ὁ ποιητὴς εἰς Κηφισοκλέα τὸν ὑποκριτὴν εἶπεν λοιδορῶν αὐτὸν ὡς εὐρύστομον ' ἐνέβαλον γὰρ ἄν σου φησίν, ' εἰς τὰ ἰσχία λίθον, εἰ μὴ καταρραίνειν: ἔμελλον τοὺς περιεστηκότας.,
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.