Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ δεῖσθαι πυρὸς ἐν τοῖς τηγάνοις οἱ περὶ Ἀρχέστρατον ἐπιβαλόντας κελεύουσιν ἐπὶ θερμὸν τήγανον σίζουσαν ἀφαιρεῖν ἅμα δ᾽ ἧπται καὶ σίζει, καθάπερ τοὔλαιον, εὐθύς, διὸ λέγεται ‘ ἴδε πῦρ ἀφύη.’’ Χρύσιππος δ᾽ ὁ φιλόσοφος ἐν τῷ περὶ τῶν δι᾽ αὑτὰ αἱρετῶν ‘τὴν ἀφύην, φησί, ἐν Ἀθήναις μὲν διὰ τὴν δαψίλειαν ὑπερορῶσι καὶ πτωχικὸν εἶναί φασιν ὄψον, ἐν ἑτέραις δὲ πόλεσιν ὑπερθαυμάζουσι πολὺ χείρω γινομένην. εἶθ᾽ οἱ μέν, φησίν, ἐνταῦθα τοὺς Ἀδριατικοὺς ὄρνιθας τρέφειν σπεύδουσιν, ἀχρειοτέρους ὄντας ὅτι τῶν
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.