Αἰσχύλος δ᾽ ἐν Περραιβίσι φησί:
πολλάκι δ᾽ ἐν κορυφαῖς ὀρέων, ὅκα
θεοῖσιν ἅδῃ πολύφανος ἑορτά, [p. 228]
χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον,
οἷά τε ποιμένες ἄνδρες ἔχουσιν,
χερσὶ λεόντεον ἐγγάλα θεῖσα
τυρὸν ἐτύρησας μέγαν ἄτρυφον
ἀργιφόνταν.
Στησίχορος δὲ τὸ παρὰ Φόλῳ τῷ Κενταύρῳ ποτήριον σκύφιον δέπας καλεῖ ἐν ἴσῳ τῷ σκυφοειδές:: λέγει δ᾽ ἐπὶ τοῦ Ἡρακλέους: ”
ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια;
ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα;