ἐκαλεῖτο δὲ φαινίνδα ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων, ἢ ὅτι εὑρετὴς αὐτοῦ, ὥς φησιν Ἰόβας ὁ Μαυρούσιος, Φαινέστιος ὁ παιδοτρίβης. καὶ Ἀντιφάνης:
σφαῖραν λαβὼν
τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ᾽ ἔφευγ᾽ ἅμα,
τοῦ δ᾽ ἐξέκρουσε, τὸν δ᾽ ἀνέστησεν πάλιν,
κλαγκταῖσι φωναῖς ...
‘ἔξω, μακράν, παρ᾽ αὐτόν, ὑπὲρ αὐτόν κάτω,
ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ.’
φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου. [p. 66]