Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐξ ἀσήστων ἀλεύρων γινόμενοι: οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι.' Φιλιστίων δ᾽ ὁ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι: μεθ᾽ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροὶ τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δ᾽ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι, ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δ᾽ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.