ἀμφιφῶν πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ᾽ ἐν κύκλῳ καόμενα δᾴδια. Φιλήμων ἐν Πτωχῇ ἢ Ῥοδίᾳ:
ὑπὸ τῆς ἀπληστίας
διακόνιον ἐπῆσθεν, ἀμφιφῶντ᾽ ἔχων.
μνημονεύει αὐτοῦ καὶ Δίφιλος ἐν Ἑκάτῃ. [p. 482] Φιλόχορος δ᾽ ἀμφιφῶντα αὐτὸν κληθῆναι καὶ εἰς τὰ τῆς Ἀρτέμιδος ἱερὰ φέρεσθαι ἔτι τε καὶ εἰς τὰς τριόδους, ἐπεὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπικαταλαμβάνεται
Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω,
ὦ πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα.