ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦ ω εἴρηκεν
κουρίδες τε ταὶ φοινίκιαι.
Σιμωνίδης δέ:
ἀφύας τε κωρίδας τε καμπύλας.
69. ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ἐπίπλῳ, ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοον εἴρηκεν. εἰς ἃ ἀποβλέψας ὁ Κύνουλκος ‘ λέγε ἡμῖν,’ ἔφη, ‘ὦ σοφὲ Οὐλπιανέ, εἲ ’
θύννοισι τευθίς, κωβιοῖσι κωρίδες. [p. 2]