Ἀχαιός φησιν ἐν Αἴθωνι σατυρικῷ. παρ᾽ οὗ ὁ σοφὸς Εὐριπίδης λαβὼν ἔφη:
οὐκ ἔστι: πεινῶσιν γὰρ ἡ Κύπρις πικρά,
πρὸς ὃν ὁ Οὐλπιανὸς ἀεί ποτε διαπολεμῶν ἔφη ‘
ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶντι δ᾽ οὔ.
σὺ δέ, ὦ κύον, ἀεὶ λιμώττεις καὶ οὐκ ἐᾷς ἡμᾶς λόγων καλῶν καὶ ἀφθόνων μεταλαμβάνειν, μᾶλλον δὲ σιτεῖσθαι: τροφὴ γὰρ ψυχῆς λόγοι καλοί.’ καὶ ἅμα στραφεὶς πρὸς τὸν οἰκέτην ‘ Λεῦκε, ἔφη, ’”
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων,