Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ θαλάσσης, ὥστε ὀστρέων πλησθῆναι τὸν πλησίον τόπον ἅπαντα καὶ ἰχθύων τῶν τε ἄλλων ὅσα τρέφει ἡ θάλασσα.' οἶδα δὲ καὶ πολλαχοῦ ὕσαντα τὸν θεὸν ἰχθύσι Φαινίας γοῦν ἐν δευτέρῳ
[p. 12] πρυτάνεων Ἐρεσίων ἐν Χερρονήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαι τὸν θεὸν ἰχθύας. καὶ Φύλαρχος δ᾽ ἐν τετάρτῃ ἑωρακέναι τινὰς πολλαχοῦ τὸν θεὸν ὕσαντα ἰχθύσι, πολλάκις δὲ καὶ γυρίνοις τοῦ αὐτοῦ συμβαίνοντος. Ἡρακλείδης γοῦν ὁ Λέμβος ἐν τῇ κα τῶν ἱστοριῶν ' περὶ τὴν Παιονίαν καὶ Δαρδανίαν βατράχους φησίν, ' ὗσεν ὁ θεὸς καὶ τοσοῦτο αὐτῶν ἐγένετο τὸ πλῆθος ὡς τὰς οἰκίας
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.