Νικόστρατος δ᾽ ἐν Ἅβρᾳ:
σοῦ δ᾽ ἐγὼ λαλιστέραν
οὐπώποτ᾽ εἶδον οὔτε κερκώπην, γύναι,
οὐ κίτταν, οὐκ ἀηδόν᾽, οὐ χελιδόνα,1
οὐ τρυγόν᾽, οὐ τέττιγα.
11. ὅτι δ᾽ ἤσθιον διὰ ἀναστόμωσιν καὶ τὰς δι᾽ ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι
πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται
ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.