Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ χόνδρος πόθεν; Μεγαρόθεν ἢ Θετταλικός; ' ὅθεν καὶ Μυρτίλος ἐστίν.”
καὶ ὁ
Οὐλπιανὸς
“ παύομαι,”
ἔφη,
“ ἐσθίων ἕως ἄν με διδάξῃς παρὰ τίσιν εἴρηνται οὗτοι οἱ χόνδροι.”
καὶ ὁ Αἰμιλιανὸς ἔφη:
“ ἀλλ᾽ οὐ φθονήσω σοι. ὁρῶν γὰρ λαμπροτάτην δείπνου παρασκευὴν βούλομαί σε δίκην ἀλεκτρυόνος ἐμφορηθέντα τοῦ χόνδρου κορύξασθαι καὶ διδάσκειν ἡμᾶς περὶ ὧν μέλλομεν ἐδεσμάτων μεταλαμβάνειν.”
καὶ ὃς δυσχεράνας ἔφη:
“ πόθεν σοι καὶ τὰ ἐδέσματα;
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.