Ἀντιφάνης φησίν.
συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται
ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
φησὶν Ἄλεξις. Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ᾽ οἶνον ἐπὶ πλεῖον οὔτ᾽ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ᾽ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,