Ἄλεξις Δημητρίῳ ἢ Φιλεταίρῳ:
καὶ ταῦτα πάντῃ μὲν περιελθὼν ἤρετο
ὁπόσου, πυθόμενος δ᾽ ἀπέτρεχ᾽ εἰς τὰς μεμβράδας.
ἐν δὲ Τίτθῃ:
ἀλλ᾽ αἰσχύνομαι
τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν
οὕτω προχείρως: οὐκ ἀπαρνοῦμαι δ᾽ ὅμως.
οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἂν τε μή.
”
ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι᾽ εἰθισμένος