μελιβόαν ὕμνον ἀναγνέωνταῦτα δ᾽ ᾁδουσιν πάντες ὑποδώρια τὰ μέλη. ἐπεὶ οὖν τὸ μέλος ἐστὶν ὑποδώριον, εἰκότως Αἰολίδα φησὶν εἶναι τὴν ἁρμονίαν ὁ Λᾶσος. καὶ Πρατίνας δὲ πού φησι:
Αἰολίδ᾽ ἀνὰ βαρύβρομον ἁρμονίαν.
ἐν δὲ τοῖς ἑξῆς σαφέστερόν φησιν
μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ὁ ἀλλὰ
τὰν μέσαν νεῶν ἄρουραν
αἰόλιζε τῷ μέλει.