εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.μνημονεύει τῆς Ναννίου καὶ Ἄλεξις ἐν Ταραντίνοις οὕτως
κωμῳδῶν αὐτὴν ὡς μέθυσον. Μένανδρος δ᾽ ἐν Ψευδηρακλεῖ φησιν
Νάννιον δὲ μαίνεται
ἐπὶ τῷ Διονύσῳ,
Ἀντιφάνης δὲ ἐν τῷ περὶ Ἑταιρῶν ‘ προσκήνιον, [p. 166] φησίν, ἐπεκαλεῖτο ἡ Νάννιον, ὅτι πρόσωπόν τε ἀστεῖον εἶχε καὶ ἐχρῆτο χρυσίοις καὶ ἱματίοις πολυτελέσι, ἐκδῦσα δὲ ἦν αἰσχροτάτη. ἦν δὲ Κορώνη τῆς Ναννίου θυγάτηρ, τὸ τῆς Τήθης ’”
οὐκ ἐπείρα Νάννιον;