Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ καλούμενος. Δίομος δὲ ἦν βουκόλος Σικελιώτης ὁ πρῶτος εὑρὼν τὸ εἶδος: μνημονεύει αὐτοῦ Ἐπίχαρμος ἐν Ἁλκυόνι καὶ ἐν Ὀδυσσεῖ Ναυαγῷ. ἡ δ᾽ ἐπὶ τοῖς θανάτοις καὶ λύπαις ᾠδὴ ὀλοφυρμὸς καλεῖται. αἱ δὲ ἴουλοι καλούμεναι ᾠδαὶ Δήμητρι καὶ Φερσεφόνῃ πρέπουσι. ἡ δὲ εἰς Ἀπόλλωνα ᾠδὴ φιληλιάς, ὁ ὡς Τελέσιλλα παρίστησιν οὔπιγγοι δὲ αἱ εἰς Ἄρτεμιν. ᾔδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ᾽ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ περὶ Νομοθετῶν. Ἀριστοφάνης δ᾽ ἐν Ἀττικαῖς φησιν Λέξεσιν ‘ ἱμαῖος ᾠδὴ μυλωθρῶν ἐν δὲ γάμοις
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.