Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘‘ γὰρ ἐσθίειν πολλὰ καὶ κρεοφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.’ καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν ὡς ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμοῦ διψῶντα πιεῖν. Σωκράτης δὲ καὶ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους ‘τί τηνικάδε’ ; ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον.
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.