Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ πάσχουσιν ὥστ᾽ ἐκλιπόντες τὰς αὑτῶν οἰκίας ἑτέρας πόρρω μισθοῦνται; ὅσους δ᾽ ἐράνους συνείλεκται, τὰς μὲν ὑπολοίπους φοράς: οὐ κατατίθησιν, ἀλλὰ περὶ τοῦτον τὸν κάπηλον ὡς περὶ στήλην διαφθείρονται, τοσοῦτοι δὲ ἐπὶ τὴν οἰκίαν
[p. 300]
ἅμα τῇ ἡμέρᾳ ἀπαιτήσοντες τὰ ὀφειλόμενα ἔρχονται ὥστε οἴεσθαι τοὺς παριόντας ἐπ᾽ ἐκφορὰν αὐτοὺς ἥκειν τούτου τεθνεῶτος. οὕτω δ᾽ οἱ ἐν τῷ Πειραιεῖ διάκεινται ὥστε πολὺ ἀσφαλέστερον εἶναι δοκεῖν εἰς τὸν Ἀδρίαν πλεῖν ἢ τούτῳ συμβάλλειν.
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.